Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.116 Joseph. AJ 11.121 (English) >>Joseph. AJ 11.126

11.119βούλομαι οὖν ὑμᾶς ἀναγνόντας τὴν ἐπιστολὴν χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου τῶν φόρων τῆς Σαμαρείας πάνθʼ ὅσα πρὸς θυσίας ἐστὶν αὐτοῖς χρήσιμα, καθὼς οἱ ἱερεῖς ἀξιοῦσιν, ἵνα μὴ διαλείπωσιν καθʼ ἡμέραν θύοντες μηδʼ ὑπὲρ ἐμοῦ καὶ Περσῶν εὐχόμενοι τῷ θεῷ.” καὶ μὲν ἐπιστολὴ ταῦτα περιεῖχεν. 11.120

Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν παῖς αὐτοῦ Ξέρξης ἐκληρονόμησεν αὐτοῦ καὶ τὴν πρὸς τὸν θεὸν εὐσέβειάν τε καὶ τιμήν· ἅπαντα γὰρ ἀκολούθως τῷ πατρὶ τὰ πρὸς τὴν θρησκείαν ἐποίησεν καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχεν φιλοτιμότατα. 11.121κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἀρχιερεὺς ἦν Ἰησοῦ παῖς Ἰωάκειμος ὄνομα. ὑπῆρχεν δὲ καὶ ἐν Βαβυλῶνι δίκαιος ἀνὴρ καὶ δόξης ἀπολαύων ἀγαθῆς παρὰ τῷ πλήθει πρῶτος ἱερεὺς τοῦ θεοῦ καλούμενος Ἔζδρας, ὃς τῶν Μωυσέως νόμων ἱκανῶς ἔμπειρος ὢν γίνεται φίλος τῷ βασιλεῖ Ξέρξῃ. 11.122γνοὺς δὲ ἀναβῆναι εἰς τὰ Ἱεροσόλυμα καὶ ἐπαγαγέσθαι τινὰς τῶν ἐν Βαβυλῶνι τυγχανόντων Ἰουδαίων παρεκάλεσεν τὸν βασιλέα δοῦναι αὐτῷ πρὸς τοὺς σατράπας τῆς Συρίας ἐπιστολήν, ὑφʼ ἧς αὐτοῖς γνωρισθήσεται τίς εἴη. 11.123 δὲ βασιλεὺς γράφει πρὸς τοὺς σατράπας ἐπιστολὴν τοιάνδε· “βασιλεὺς βασιλέων Ξέρξης Ἔζδρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τῶν τοῦ θεοῦ νόμων χαίρειν. τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους ἐκ τοῦ Ἰουδαίων ἔθνους καὶ Λευιτῶν ὄντων ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συναπαίρειν εἰς τὰ Ἱεροσόλυμα, τοῦτο προσέταξα, καὶ βουλόμενος ἀπίτω,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.116 Joseph. AJ 11.121 (English) >>Joseph. AJ 11.126

Powered by PhiloLogic